The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς
- ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
- ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.
- ἒ ἔ, φρενῶν
- ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂν
- ἀνάκτωρ πόλεως.
- ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
- Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
- Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός.
- σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίων
- μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
- στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
- ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ