The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε
  2. δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
  3. ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
  4. ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
  5. ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
  6. σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.
  7. ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
  8. ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
  9. ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
  10. ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
  11. φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ
  12. ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
  13. δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε.
  14. θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
  15. βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
  16. ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε
  17. πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
Χορός
  1. καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
  2. Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
Ἑκάβη
  1. ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε