The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον·
- νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
- οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
- δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως
- τείχη πατρῷα, Λοξίου πυργώματα,
- ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον
- φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ
- ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω.
- ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
- κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.
- ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
- ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους,
- Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
- πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων
- κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
- σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον,
- γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
- οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ
- ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
- γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;