The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω·
  2. Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
  3. ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
  4. ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον,
  5. ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ
  6. ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην.
Ἑκάβη
  1. θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ,
  2. λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
  3. ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
  4. τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον
  5. καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ
  6. πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα,
  7. ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
  8. διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός,
  9. πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
  10. βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον,
  11. ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
  12. ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
  13. εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
  14. γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,