The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἰς ἀμφοτέρους τοίχους, μελέων
  2. ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
  3. μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις
  4. ἄτας κελαδεῖν ἀχορεύτους.
Ἑκάβη
  1. πρῷραι ναῶν, ὠκείαις
  2. Ἴλιον ἱερὰν αἳ κώπαις
  3. διʼ ἅλα πορφυροειδέα καὶ
  4. λιμένας Ἑλλάδος εὐόρμους
  5. αὐλῶν παιᾶνι στυγνῷ
  6. συρίγγων τʼ εὐφθόγγων φωνᾷ
  7. βαίνουσαι πλεκτὰν Αἰγύπτου
  8. παιδείαν ἐξηρτήσασθʼ,
  9. αἰαῖ, Τροίας ἐν κόλποις