The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
Ἑλένη
  1. μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
  2. προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.
Ἑκάβη
  1. μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς·
  2. ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
Μενέλαος
  1. παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.
  2. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
  3. τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Ἑκάβη
  1. μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
Μενέλαος
  1. τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει;
Ἑκάβη
  1. οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενέλαος
  1. ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
  2. ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται