The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·
  2. ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς
  3. κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
  4. πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε·
  5. ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ
  6. τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
Χορός
  1. οὕτω δὴ τὸν ἐν Ἰλίῳ
  2. ναὸν καὶ θυόεντα βω-
  3. μὸν προύδωκας Ἀχαιοῖς,
  4. ὦ Ζεῦ, καὶ πελάνων φλόγα
  5. σμύρνης αἰθερίας τε κα-
  6. πνὸν καὶ Πέργαμον ἱερὰν
  7. Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη