The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
  2. Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον,
  3. στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν
  4. σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
  5. γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
Χορός
  1. Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
  2. τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
  3. ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
Μενέλαος
  1. ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
  2. ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
  3. ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
  4. λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
  5. πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς