The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις·
  2. Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους
  3. ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς
  4. πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
  5. Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
  6. ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
  7. καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·
  8. μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας
  9. ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
  10. τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·
  11. ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
  12. φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην
  13. ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον