The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
- ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
- Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον,
- στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν
- σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
- γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
- Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
- τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
- ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
- ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
- ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
- ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
- λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
- πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
- θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
- μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
- προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.
- μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς·
- ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
- παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.