The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
  2. τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Ἑκάβη
  1. μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.
Μενέλαος
  1. τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει;
Ἑκάβη
  1. οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενέλαος
  1. ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
  2. ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται
  3. ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·
  4. ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς
  5. κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
  6. πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε·
  7. ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ
  8. τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
Χορός
  1. οὕτω δὴ τὸν ἐν Ἰλίῳ
  2. ναὸν καὶ θυόεντα βω-
  3. μὸν προύδωκας Ἀχαιοῖς,
  4. ὦ Ζεῦ, καὶ πελάνων φλόγα
  5. σμύρνης αἰθερίας τε κα-
  6. πνὸν καὶ Πέργαμον ἱερὰν
  7. Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη