The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
- ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως
- ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες.
- κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
- πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως;
- ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένη
- ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ
- δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
- καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις·
- Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους
- ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς
- πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
- Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
- ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
- καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·
- μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας
- ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
- τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·
- ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
- φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην