Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ γαίας μεσσήρεις ἕδρας,
  2. εἰς οὖς αὐδὰν καρύξω·
  3. Ἰὼ κακὸς εὐνάτωρ,
  4. ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ
  5. χάριν οὐ προλαβὼν
  6. παῖδʼ εἰς οἴκους οἰκίζεις·
  7. ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής,
  8. οἰωνοῖς ἔρρει συλαθείς,
  9. σπάργανα ματέρος ἐξαλλάξας.
  10. μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας
  11. ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν,
  12. ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο
  13. Λατὼ Δίοισί σε καρποῖς.
Χορός
  1. οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
  2. κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
Πρεσβύτης
  1. ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι
  2. πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.
  3. κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,
  4. πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,
  5. οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν