Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λευκοῖς δʼ ἐμφὺς καρποῖσιν
- χειρῶν εἰς ἄντρου κοίτας
- κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν
- θεὸς ὁμευνέτας
- ἆγες ἀναιδείᾳ
- Κύπριδι χάριν πράσσων.
- τίκτω δʼ ἁ δύστανός σοι
- κοῦρον, τὸν φρίκᾳ ματρὸς
- εἰς εὐνὰν βάλλω τὰν σάν,
- ἵνα με λέχεσι μελέαν μελέοις
- ἐζεύξω τὰν δύστανον.
- οἴμοι μοι· καὶ νῦν ἔρρει
- πτανοῖς ἁρπασθεὶς θοίνα
- παῖς μοι --- καὶ σός, τλάμων·
- σὺ δὲ κιθάρᾳ κλάζεις
- παιᾶνας μέλπων.
- ὠή,
- τὸν Λατοῦς αὐδῶ σʼ,
- ὅστʼ ὀμφὰν κληροῖς
- πρὸς χρυσέους θάκους