Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
  2. τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
  3. ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
  4. θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.
Κρέουσα
  1. αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.
Πρεσβύτης
  1. ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.
Κρέουσα
  1. ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας
  2. πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
Πρεσβύτης
  1. οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
Κρέουσα
  1. ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
Πρεσβύτης
  1. τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.
Κρέουσα
  1. Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.
Πρεσβύτης
  1. ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ;
Κρέουσα
  1. οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.
Πρεσβύτης
  1. νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα;
Κρέουσα
  1. τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
Πρεσβύτης
  1. κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
Κρέουσα
  1. ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.
Πρεσβύτης
  1. ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;
Κρέουσα
  1. μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.