Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν
- λίμνης τʼ ἐνύδρου Τριτωνιάδος
- πότνιαν ἀκτάν,
- οὐκέτι κρύψω λέχος, ὡς στέρνων
- ἀπονησαμένη ῥᾴων ἔσομαι.
- στάζουσι κόραι δακρύοισιν ἐμαί,
- ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ
- ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων,
- οὓς ἀποδείξω
- λέκτρων προδότας ἀχαρίστους.
- ὦ τᾶς ἑπταφθόγγου μέλπων
- κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις
- κέρασιν ἐν ἀψύχοις ἀχεῖ
- μουσᾶν ὕμνους εὐαχήτους,
- σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
- πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
- ἦλθές μοι χρυσῷ χαίταν
- μαρμαίρων, εὖτʼ ἐς κόλπους
- κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
- ἀνθίζειν χρυσανταυγῆ·