Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους
  2. οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
  3. ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
  4. ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
  5. τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων
  6. οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
Χορός
  1. κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
  2. κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
Κρέουσα
  1. ὦ ψυχά, πῶς σιγάσω;
  2. πῶς δὲ σκοτίας ἀναφήνω
  3. εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
  4. τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
  5. πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
  6. οὐ πόσις ἡμῶν προδότης γέγονεν,
  7. στέρομαι δʼ οἴκων, στέρομαι παίδων,
  8. φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι
  9. χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
  10. σιγῶσα γάμους,
  11. σιγῶσα τόκους πολυκλαύτους;
  12. ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος