Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
- οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
- οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
- κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
- θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
- καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν·
- ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς
- γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
- ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς
- μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
- ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,
- τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
- ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
- ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
- ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
- καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
- εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου.
- δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
- ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.
- ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,