Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
  2. λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
  3. ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
  4. καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
  5. ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
  6. λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω.
  7. ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι
  8. ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν,
  9. λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
  10. τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ
  11. Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦ
  12. δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
  13. νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον,
  14. ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
  15. κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο
  16. πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
  17. τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,
  18. ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
  19. τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
  20. καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον