Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δόμους οἰκήσω.
- τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς
- πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
- οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν
- ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς.
- ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
- ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
- οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
- ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
- οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;
- Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
- μητρὸς δʼ ὁποίας ἐστὶν —
- οὐκ ἔχω φράσαι.
- φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον —
- παιδὸς προθύσων ξένια καὶ γενέθλια
- σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
- κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
- δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —
- τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
- ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως