Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τίς οὐ τάδε ξυνοίσεται;
- — φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ
- τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
- πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
- μέτοχος ἦν, τλάμων, ---
- — νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.
- — πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ ---
- — ἀτίετος φίλων.
- — μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
- μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης ---
- (— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
- — καὶ θεοῖσιν μὴ τύχοι
- καλλίφλογα πέλανον ἐπὶ
- πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,
- ὅσον ἀμᾶς ἔφυν
- τυραννίδος φίλα.
- — ἦ δὴ πέλας δείπνων κυρεῖ
- παῖς καὶ πατὴρ νέος νέων.
- ἰὼ δειράδες Παρνασοῦ πέτρας
- ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν,