Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὥς μοι γένηται μητρόθεν παρρησία.
  2. καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
  3. κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα
  4. δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
Χορός
  1. ὁρῶ δάκρυα καὶ πενθίμους
  2. ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,
  3. ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
  4. πόσιν ἔχοντʼ εἰδῇ,
  5. αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
  6. τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
  7. σας ὑμνῳδίαν;
  8. πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
  9. τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
  10. οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον.
  11. δειμαίνω συμφοράν,
  12. ἐφʼ ὅ ποτε βάσεται.
  13. ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,
  14. τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει,
  15. δόλον τύχαν θʼ, ὁ παῖς ---
  16. ἄλλων τραφεὶς ἐξ αἱμάτων.