Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
- λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,
- μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς,
- νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι.
- στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
- ξενικὸν ἐσβολὰν ---
- ---
- ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν
- Ἐρεχθεὺς ἄναξ.
- ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς
- τοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει,
- ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
- ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
- θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
- σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·
- ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν,
- ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
- ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε,
- δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.
- ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων