Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
- θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
- καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
- δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
- ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
- καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
- λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
- χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
- δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
- Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον,
- ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ
- ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
- πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
- πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.
- ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,
- ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.
- στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·
- εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ,
- ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών,
- ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή,