Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
- ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
- τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
- ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ
- πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
- εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
- θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν,
- ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
- καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι,
- ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
- ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,
- δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα
- παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
- κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ.
- ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,
- μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
- καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
- ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
- παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
- θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,