Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
  2. ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
  3. κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς
  4. ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
  5. ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
  6. γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
  7. ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
  8. ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
  9. πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
  10. τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
  11. τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
  12. λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
  13. ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
  14. αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
  15. ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
  16. ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
  17. ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
  18. εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
  19. πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
  20. ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·