Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
  2. καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
  3. μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
  4. ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
  5. ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
  6. μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
  7. ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
  8. σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
  9. γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
  10. οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
  11. τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
  12. ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
  13. ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
  14. οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
  15. τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
  16. ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
  17. γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη
  18. τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
  19. αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
  20. πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,