Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων·
- ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
- γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,
- οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
- γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
- ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα
- ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε
- ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
- ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
- δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
- Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
- κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
- γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
- κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.
- Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,
- ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.
- ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
- τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
- ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
- τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα