Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν,
- Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
- ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
- Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
- ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος
- ἐς νύχθʼ ἱεράν·
- Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ
- καταλαμπόμεναι τὴν ἡμερίαν
- ἁψῖδα βροτοῖσι δέχονται.
- σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους
- Φοίβου πέταται.
- θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
- Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,
- ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
- ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,
- τὰς Κασταλίας ἀργυροειδεῖς
- βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
- ἀφυδρανάμενοι στείχετε ναούς·
- στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν,
- φήμας τʼ ἀγαθὰς