Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.
- κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ
- προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
- ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
- ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη
- λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον,
- ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
- οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς
- συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων —
- τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
- οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ,
- ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
- νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
- ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,
- Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
- ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις
- θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.
- Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν
- Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·
- ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,