Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
- ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν,
- ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
- χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.
- ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
- ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
- οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
- πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
- δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα,
- ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.
- σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
- ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
- πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
- οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
- πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.
- ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
- πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
- ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
- κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
- ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,