Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εὖ φρονεῖς ἄρα.
Ἴων
  1. καὶ τί βουλόμεσθά γʼ ἄλλο —
Ξοῦθος
  1. νῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.
Ἴων
  1. ἢ Διὸς παιδὸς γενέσθαι παῖς;
Ξοῦθος
  1. ὃ σοί γε γίγνεται.
Ἴων
  1. ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν;
Ξοῦθος
  1. πιθόμενός γε τῷ θεῷ.
Ἴων
  1. χαῖρέ μοι, πάτερ —
Ξοῦθος
  1. φίλον γε φθέγμʼ ἐδεξάμην τόδε.
Ἴων
  1. ἡμέρα θʼ ἡ νῦν παροῦσα.
Ξοῦθος
  1. μακάριόν γʼ ἔθηκέ με.
Ἴων
  1. ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;
  2. νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.
  3. ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
Χορός
  1. κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
  2. ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
  3. ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος
  1. ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
  2. ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ,
  3. σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.