Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σὺ καὶ παῖς ἁ Λατογενής,
  2. δύο θεαὶ δύο παρθένοι,
  3. κασίγνηται σεμναὶ Φοίβου.
  4. ἱκετεύσατε δʼ, ὦ κόραι,
  5. τὸ παλαιὸν Ἐρεχθέως
  6. γένος εὐτεκνίας χρονίου καθαροῖς
  7. μαντεύμασι κῦρσαι.
Χορός
  1. ὑπερβαλλούσας γὰρ ἔχει
  2. θνατοῖς εὐδαιμονίας
  3. ἀκίνητον ἀφορμάν,
  4. τέκνων οἷς ἂν καρποτρόφοι
  5. λάμπωσιν ἐν θαλάμοις
  6. πατρίοισι νεάνιδες ἧβαι,
  7. διαδέκτορα πλοῦτον
  8. ὡς ἕξοντες ἐκ πατέρων
  9. ἑτέροις ἐπὶ τέκνοις.
  10. ἀλκά τε γὰρ ἐν κακοῖς
  11. σύν τʼ εὐτυχίαις φίλον,
  12. δορί τε γᾷ πατρίᾳ φέρει
  13. σωτήριον ἀλκάν.