Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων,
  2. σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
  3. ναοὺς τίνοντες ἀδικίας κενώσετε.
  4. τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
  5. σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς
  6. λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
  7. μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Χορός
  1. σὲ τὰν ὠδίνων λοχιᾶν
  2. ἀνειλείθυιαν, ἐμὰν
  3. Ἀθάναν, ἱκετεύω,
  4. Προμηθεῖ Τιτᾶνι λοχευ-
  5. θεῖσαν κατʼ ἀκροτάτας
  6. κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
  7. μόλε Πύθιον οἶκον,
  8. Ὀλύμπου χρυσέων θαλάμων
  9. πταμένα πρὸς ἀγυιάς,
  10. Φοιβήιος ἔνθα γᾶς
  11. μεσσόμφαλος ἑστία
  12. παρὰ χορευομένῳ τρίποδι
  13. μαντεύματα κραίνει,