Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐμοὶ μὲν πλούτου τε πάρος
- βασιλικῶν τʼ εἶεν θαλάμων
- τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
- τὸν ἄπαιδα δʼ ἀποστυγῶ
- βίον, ᾧ τε δοκεῖ ψέγω·
- μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
- εὔπαιδος ἐχοίμαν.
- ὦ Πανὸς θακήματα καὶ
- παραυλίζουσα πέτρα
- μυχώδεσι Μακραῖς,
- ἵνα χοροὺς στείβουσι ποδοῖν
- Ἀγλαύρου κόραι τρίγονοι
- στάδια χλοερὰ πρὸ Παλλάδος
- ναῶν, συρίγγων
- ὑπʼ αἰόλας ἰαχᾶς
- ὕμνων, ὅτʼ ἀναλίοις
- συρίζεις, ὦ Πάν,
- τοῖς σοῖσιν ἐν ἄντροις,
- ἵνα τεκοῦσά τις Φοίβῳ
- παρθένος, ὦ μελέα, βρέφος,