Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ
- νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
- ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
- ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.
- τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
- κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;
- ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
- ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
- ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
- μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
- πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
- δρόσον καθήσω. νουθετητέος δέ μοι
- Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν
- προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
- θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
- ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
- κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
- πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
- γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
- εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —