Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις,
- παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
- οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
- μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με
- πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
- ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
- ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
- ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
- ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
- ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
- οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
- Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
- καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
- στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
- χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
- κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ
- τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
- σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
- λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
- χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.