Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
- ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν,
- οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
- ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ,
- εἰ δʼ ἔστιν ---
- ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ
- κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
- ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
- Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
- λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
- σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω
- διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
- οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
- τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
- κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
- μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
- πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
- λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.
- μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;
- οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι