Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς
  2. Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη
  3. φρουρὼ παραζεύξασα φύλακε σώματος
  4. δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
  5. δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
  6. νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
  7. τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν
  8. τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ.
  9. κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
  10. ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
  11. κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
  12. λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
  13. αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
  14. ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
  15. καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
  16. τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —
  17. ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν
  18. πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
  19. ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
  20. τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος