Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
- εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
- αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
- ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ.
- οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
- ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
- Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
- δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
- τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.
- ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
- εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
- φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
- σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς.
- ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
- ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι·
- ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.
- πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
- μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς
- μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.
- ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ