Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος;
Κρέουσα
  1. οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ἴων
  1. εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
  1. θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
  1. ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
  1. ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.
Ἴων
  1. ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
  1. οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον.
Ἴων
  1. χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
  1. σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ἴων
  1. ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία.
Κρέουσα
  1. οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων
  1. τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
  1. τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
  1. οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
  1. καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
Ἴων
  1. καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα
  1. σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων
  1. οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
  1. τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;