Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
- τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.
- οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
- ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
- φεῦ·
- πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.
- τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
- ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
- ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.
- μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
- λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
- ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.
- οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
- Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
- Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.
- καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
- οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
- οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
- τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
- τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.