Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
  1. ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα
  1. σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
  1. τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
Κρέουσα
  1. ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
Ἴων
  1. οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
  1. ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
Ἴων
  1. ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
  1. ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων
  1. ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.
Κρέουσα
  1. παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
  1. βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
  1. καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
  1. οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με ---
Κρέουσα
  1. τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.
Ἴων
  1. Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
  1. ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
  1. βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα
  1. τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
Ἴων
  1. ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.