Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐ παραβαίνομεν,
- ἃ δʼ ἐκτός, ὄμμα τέρψει.
- πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι.
- μεθεῖσαν δεσπόται
- με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν.
- δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
- Παλλάδι σύνοικα τρόφιμα μέλα-
- θρα τῶν ἐμῶν τυράννων·
- παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
- γενναιότης σοι, καὶ τρόπων τεκμήριον
- τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
- γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
- τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
- ἔα·
- ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν
- δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
- ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
- τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
- ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
- χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;