Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
  2. ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
  3. ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
  4. μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
  5. οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
  6. ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
  7. θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
  8. εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων
  1. τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
Κρέουσα
  1. οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
  2. ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
Ἴων
  1. τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
  2. πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
  1. Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
  2. πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων
  1. ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
  2. τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
  1. τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
Ἴων
  1. πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς --- ;
Κρέουσα
  1. τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων;