Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Μίμαντα πυρὶ καταιθαλοῖ.
- — καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
- σι κισσίνοισι βάκτροις
- ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
- σέ τοι, τὸν παρὰ ναὸν αὐ-
- δῶ· θέμις γυάλων ὑπερ-
- βῆναι, λευκῷ ποδί γʼ — ;
- οὐ θέμις, ὦ ξέναι.
- οὐδʼ ἂν
- ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν;
- τίνα τήνδε θέλεις;
- ἆρʼ ὄντως μέσον ὀμφαλὸν
- γᾶς Φοίβου κατέχει δόμος;
- στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
- οὕτω καὶ φάτις αὐδᾷ.
- εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
- καί τι πυθέσθαι χρῄζετε Φοίβου,
- πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις
- μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν.
- ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον