Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ-
- θεύεται παρὰ πήναις,
- ἀσπιστὰς Ἰόλαος, ὃς
- κοινοὺς αἰρόμενος πόνους
- Δίῳ παιδὶ συναντλεῖ;
- — καὶ μὰν τόνδʼ ἄθρησον
- πτεροῦντος ἔφεδρον ἵππου·
- τὰν πῦρ πνέουσαν ἐναίρει
- τρισώματον ἀλκάν.
- — πάντᾳ τοι βλέφαρον διώ-
- κω. σκέψαι κλόνον ἐν τείχεσ-
- σι λαΐνοισι Γιγάντων.
- — ὦ φίλαι, ὧδε δερκόμεσθα.
- — λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ
- γοργωπὸν πάλλουσαν ἴτυν —
- — λεύσσω Παλλάδʼ, ἐμὰν θεόν.
- — τί γάρ; κεραυνὸν ἀμφίπυρον
- ὄβριμον ἐν Διὸς
- ἑκηβόλοισι χερσίν;
- — ὁρῶ· τὸν δάϊον