Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- [*](τὰ τοῦ δράματος πρόσωπαἙρμῆςἼωνΧορός ἐκ Θεραπαινίδων ΚρεούσηςΚρέουσαΞοῦθοςΠρεσβύτηΘεράπων ΚρεούσηςΠύθια ἤτοι ΠροφῆτιςἈθήνα)
Ἑρμῆς - Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸν
- θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
- μιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο
- Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
- ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν
- μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
- τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
- ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
- τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
- οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
- βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
- Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
- Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
- ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον —
- γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος,
- τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος
- ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
- Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
- κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,