Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὡς ἀναθήματα μὴ βλάπτηται
  2. ναοί θʼ οἱ Φοίβου ---
  3. κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι
  4. τοὺς θεῶν ἀγγέλλοντας φήμας
  5. θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις,
  6. Φοίβῳ δουλεύσω, κοὐ λήξω
  7. τοὺς βόσκοντας θεραπεύων.
Χορός
  1. — οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-
  2. ναις εὐκίονες ἦσαν αὐ-
  3. λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι-
  4. άτιδες θεραπεῖαι·
  5. ἀλλὰ καὶ παρὰ Λοξίᾳ
  6. τῷ Λατοῦς διδύμων προσώ-
  7. πων καλλιβλέφαρον φῶς.
  8. — ἰδοὺ τάνδʼ, ἄθρησον,
  9. Λερναῖον ὕδραν ἐναίρει
  10. χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
  11. φίλα, πρόσιδʼ ὄσσοις.
Χορός
  1. — ὁρῶ. καὶ πέλας ἄλλος αὐ-
  2. τοῦ πανὸν πυρίφλεκτον αἴ-