Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων
- εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.
- ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ
- σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸς
- Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν.
- τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
- οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.
- αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
- δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
- ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.
- ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖν